Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 46.1 | Dem. 46.7 (English) | >>Dem. 46.9 |
46.5βούλομαι τοίνυν καὶ τὴν μαρτυρίαν ἐξελέγξαι , ὅτι οὐ πρόκλησίς ἐστιν , καὶ ὡς ἔδει μαρτυρεῖν αὐτούς , εἴπερ ἐγίγνετο ἡ πρόκλησις , ὡς οὐκ ἐγίγνετο . “μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ , ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον ἀνοίγειν τὸ γραμματεῖον , ὃ παρεῖχεν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής , Ἀπολλόδωρον δʼ οὐκ ἐθέλειν ἀνοίγειν .” οὕτω μὲν ἂν μαρτυροῦντες ἐδόκουν ἀληθῆ μαρτυρεῖν · ἀντίγραφα δὲ τῶν διαθηκῶν τῶν Πασίωνος μαρτυρεῖν εἶναι τὰ ἐν τῷ γραμματείῳ ὃ παρείχετο Φορμίων , μήτε παραγενομένους ἐκείνῳ διατιθεμένῳ μήτʼ εἰδότας εἰ διέθετο , πῶς οὐ περιφανῶς ἀναισχυντία δοκεῖ ὑμῖν εἶναι ;
ἀλλὰ μὴν εἰ φησὶ Φορμίωνος λέγοντος πιστεύειν ταῦτʼ ἀληθῆ εἶναι , τοῦ αὐτοῦ ἀνδρός ἐστιν πιστεύειν τε λέγοντι τούτῳ ταῦτα καὶ κελεύοντι μαρτυρεῖν . οἱ δέ γε νόμοι οὐ ταῦτα λέγουσιν , ἀλλʼ ἃ ἂν εἰδῇ τις καὶ οἷς ἂν παραγένηται πραττομένοις , ταῦτα μαρτυρεῖν κελεύουσιν ἐν γραμματείῳ γεγραμμένα , ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μηδὲν μήτε προσθεῖναι τοῖς γεγραμμένοις .
46.7ἀκοὴν δʼ οὐκ ἐῶσι ζῶντος μαρτυρεῖν , ἀλλὰ τεθνεῶτος , τῶν δὲ ἀδυνάτων καὶ ὑπερορίων ἐκμαρτυρίαν γεγραμμένην ἐν τῷ γραμματείῳ · καὶ ἀπὸ τῆς αὐτῆς ἐπισκήψεως τήν τε μαρτυρίαν καὶ ἐκμαρτυρίαν ἀγωνίζεσθαι ἅμα , ἵνʼ ἐὰν μὲν ἀναδέχηται ὁ ἐκμαρτυρήσας , ἐκεῖνος ὑπόδικος ᾖ τῶν ψευδομαρτυρίων , ἐὰν δὲ μὴ ἀναδέχηται , οἱ μαρτυρήσαντες τὴν ἐκμαρτυρίαν .
46.6
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 46.1 | Dem. 46.7 (English) | >>Dem. 46.9 |